Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.26 Joseph. AJ 6.31 (English) >>Joseph. AJ 6.34

6.29

Οἱ δὲ μετʼ ἐκείνην τὴν πληγὴν οὐκέτʼ ἐστράτευσαν ἐπὶ τοὺς Ἰσραηλίτας, ἀλλʼ ὑπὸ δέους καὶ μνήμης τῶν συμβεβηκότων ἡσύχαζον· δʼ ἦν πάλαι θάρσος τοῖς Παλαιστίνοις ἐπὶ τοὺς Ἑβραίους, τοῦτʼ ἐκείνων μετὰ τὴν νίκην ἐγένετο. 6.30καὶ Σαμουῆλος στρατεύσας ἐπʼ αὐτοὺς ἀναιρεῖ πολλοὺς καὶ τὰ φρονήματʼ αὐτῶν εἰς τὸ παντελὲς ταπεινοῖ καὶ τὴν χώραν ἀφαιρεῖται, ἣν τῶν Ἰουδαίων ἀπετέμοντο πρότερον κρατήσαντες τῇ μάχῃ· αὕτη δʼ ἦν μέχρι πόλεως Ἀκάρων ἀπὸ τῶν τῆς Γίττης ὅρων ἐκτεταμένη. ἦν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν φίλια τοῖς Ἰσραηλίταις τὰ ὑπολειπόμενα τῶν Χαναναίων. 6.31

δὲ προφήτης Σαμουῆλος διακοσμήσας τὸν λαὸν καὶ πόλιν αὐτοῖς ἀποδοὺς εἰς ταύτην ἐκέλευσε συνερχομένοις περὶ τῶν πρὸς ἀλλήλους κρίνεσθαι διαφορῶν, αὐτὸς δὲ διʼ ἔτους ἐπερχόμενος τὰς πόλεις ἐδίκαζεν αὐτοῖς καὶ πολλὴν ἐβράβευεν εὐνομίαν ἐπὶ χρόνον πολύν. 6.32ἔπειθʼ ὑπὸ γήρως βαρυνόμενος καὶ τὰ συνήθη πράττειν ἐμποδιζόμενος τοῖς υἱοῖς τὴν ἀρχὴν καὶ τὴν προστασίαν τοῦ ἔθνους παραδίδωσιν, ὧν μὲν πρεσβύτερος Ἰοῦλος προσηγορεύετο, τῷ δὲ νεωτέρῳ Ἐβίᾳ ὄνομα ἦν. προσέταξε δὲ τὸν μὲν ἐν Βεθήλῳ πόλει καθεζόμενον κρίνειν, τὸν δʼ ἕτερον ἐν Βερσουβεὶ μερίσας τὸν ὑπακουσόμενον ἑκατέρῳ λαόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.26 Joseph. AJ 6.31 (English) >>Joseph. AJ 6.34

Powered by PhiloLogic